365
συνεχώρησε. Ταῦτα δὲ πάντα τῇ τῶν ἀνθρώπων γῇ, καὶ δηλαδὴ τοῖς κατοικοῦσιν αὐτὴν, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τῶν ὅλων Θεὸς ἐδωρήσατο, καταπαύσας τὴν ὀργὴν καὶ τὸν θυμὸν, ὧν ἄξιοι τὸ πρὶν ἐτύγχανον οἱ τὴν γῆν οἰκοῦντες, ἅτε δὴ ἐχθροὶ ὄντες αὐτοῦ διὰ τὰς τῶν ἀσεβειῶν αὐτῶν ὑπερβολάς· ἀλλὰ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος δὲ αὐτοῖς τὰ παραπτώματα. ∆ιὸ λέλεκται· Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν. Μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. Τὰ μὲν πρότερα προεφητεύετο περὶ τῶν γενησομένων καθ' ὅλης τῆς γῆς, ἃ δὴ καὶ τέλους ἔτυχε διὰ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν· τὰ δὲ προκείμενα εὐχὴν περιέχει ὑπὲρ τοῦ ἐκ περιτομῆς λαοῦ. Ἐπειδὴ γὰρ ὁ προφήτης προεώρα τῷ θείῳ Πνεύματι τὴν εἰς τὸν Χριστὸν ἀπείθειαν τοῦ Ἰουδαίων ἔθνους, καὶ τὴν καταληψομένην αὐτοὺς ὀργὴν τῶν τολμηθησομένων αὐτοῖς ἕνεκεν, εἰκότως τὴν προκειμένην εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει· ὡς μηκέτι δοκεῖν ἐναντιολογίαν περιέχειν τὸν ψαλμὸν, ἀνωτέρω μὲν τὰ χρηστότερα θεσπίσαντα πάσῃ τῇ γῇ, ἐν δὲ τοῖς προκειμένοις, ὡς μηδενὸς ἀγαθοῦ πεπραγμένου τὴν εὐχὴν διεξιόντα. Τὰ τοίνυν πρῶτα περὶ τῶν διὰ τοῦ Σωτῆρος ἡμῶν παρασχεθεισῶν τῷ τῶν ἀνθρώπων βίῳ εὐεργεσιῶν προεφητεύετο· τὰ δὲ δεύτερα ὁ προφήτης ὑπὲρ τῶν ὁμοεθνῶν εὔχεται, ἱκετεύων παύσασθαι μὲν τὴν κατ' αὐτῶν ὀργὴν, καταξιωθῆναι δὲ καὶ αὐτοὺς τῆς τοῦ Θεοῦ ἐπιστροφῆς καὶ τῆς ἐπὶ τῷ Χριστῷ τοῦ Θεοῦ εὐφροσύνης. 23.1021 ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἔτι καὶ ταῦτα ὁ Προφήτης εὔχεται, ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ Θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. Παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν, διὰ τοῦ φάσκειν· Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς Εὐαγγελίοις· λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν, εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Τοῦτο οὖν αὐτὸ καὶ ὁ Προφήτης ἰδεῖν εὔχεται· διό φησιν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν. Εὐξάμενος ὁ Προφήτης, τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. Εἶτα προσδοκήσας ἀποκρίσεως τυχεῖν φησιν αὐτὸς πρὸς αὑτόν· Τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονε· καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου Πνεύματος, καὶ μαθεῖν παρ' αὐτοῦ τί μέλλοι θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν. Εἶτα βραχύ τι ἐφησυχάσας, πληροῦται τοῦ Πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν· Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπιστήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ Θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Αὐτὸ δὴ οὖν τοῦτό φησι τὸ Σωτήριον ἔγγιστα τυγχάνειν, καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ σωτήριον ὀνομάζειν, πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν. Ὃ δὴ καὶ νῦν θεσπίζων ὁ λόγος, παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν