366
εἰδωλολατρείαν ὑποστάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν, καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς τῷ Θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθησομένης. Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ' ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, διασαφεῖ λέγων· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. ∆ύο δὴ διὰ τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιοσύνης καὶ εἰρήνης. Συνήντησαν ἀλλήλαις, φησὶ, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι· κατεφίλησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ τὸ ἔλεος. Πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυ 23.1024 ψεν Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυχοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν· ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δικαιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ ἀλήθεια. Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο, τοῦ σωτηρίου τοῦ Θεοῦ ἐπὶ γῆς ὀφθέντος. Ἐπεὶ σὺν τῷ Σωτηρίῳ ἀλήθεια ἐκ τῆς γῆς ἀνατείλασα, ταύτῃ τε συναντήσασα ἡ ἐκ τοῦ οὐρανοῦ διακύψασα δικαιοσύνη, εἰς πάντας ἀνθρώπους ἐξ ἴσου καὶ κατὰ τὸ δικαιότατον τὴν τοῦ Θεοῦ χάριν ἐξήπλωσε. Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται· δι' οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ' ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι' αὐτῆς ἀληθείας. ∆ιὸ εἴρηται· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπὰ, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι αἱρεσιῶται. Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως, ἀλήθεια ὢν, ἀπὸ τῆς γῆς ἀνέτειλε, ξένον τι χρῆμα τῆς γῆς, καὶ οἷον οὐδεπώποτε προηνέγκατο ἀγαθὸν, ἀποδούσης· ἐφ' ὃν καὶ ἡ ἐξ οὐρανοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. Τίς δ' ἂν εἴη ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ' ἢ αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ εἴρηται, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Οὗτος γὰρ, ἐξ οὐρανῶν καταβὰς, ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ, ἡνώθη τε αὐτῇ, καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς. Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ Θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκονομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ εἵπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου Θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης, ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. Πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός· νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ Θεοῦ. Τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον· διὰ γὰρ τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη, καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. Γέγραπται δὲ σαφῶς περὶ τοῦ Σωτῆρος ἡμῶν, Ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ, Εἰρηνοποιήσας δι' αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ εἴρηται τὸ, Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμε 23.1025 τέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν