367
προφητευομένων ἐκβάσεως συνέστη. Καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ αὐτοῦ, αὐτὸς ὁ Χριστὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη, ταύτης ἐπιβῆναι κατηξίωσε; Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ Θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ, θεσπίζει μετὰ τὴν εὐχὴν, εἰπών· Ἀκούσομαι τί λαλήσει Κύριος ὁ Θεός· διὸ ἐπήγαγεν ἑξῆς· Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ. Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συνήντησαν, ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν. Ὧν οὕτως ἐχόντων, καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ Προφήτου, καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. Καὶ γὰρ εὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρήνην, καὶ διαῤῥήξας τοὺς δεσμοὺς, καὶ τοὺς κλοιοὺς τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγενομένους. ∆ιὸ καὶ συνῆπται τῷ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, τὸ, Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, καὶ τὸ, Ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη ἢ δι' ἀφέσεως τῶν ἁμαρτιῶν. Ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις, ὅτε, λαβὼν τὴν βίβλον τοῦ Ἡσαΐου, καὶ ἀναγνοὺς τὸ, Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Εἰ δ' οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώπων πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων πολεμίων, τῶν ἀληθῶς ἐχθρῶν τοῦ Θεοῦ, καθελκυσθὲν εἰς εἰδωλολατρείας, καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσει δεινὴν ταύτην φάναι ψυχῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημμελημάτων καὶ λύσιν προτέρων ἀσεβημάτων παρασχὼν, αἴτιος ἡμῖν κατέστη τῆς ἐν τῷ ψαλμῷ εὐχαριστίας, ὡς δύνασθαι καὶ ἡμᾶς λέγειν· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Πάλαι μὲν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε, κατὰ τὸ εἰρημένον· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· νῦν δ' ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκολούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ Κυρίου χρηστότητος. Καρπὸς δὲ ἐπάξιος Θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι' ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, φέρουσά τε βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Εἰκότως οὖν 23.1028 τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν 23.1028 τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη, τοῦ ἁγίου Πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος· Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· καὶ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ ὅσα τούτοις ὅμοια τυγχάνει. ∆ικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών· ∆ικαιοσύνη ἑκάστου προελεύσεται αὐτὸν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ. Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν, καὶ αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προάγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν, καὶ τὰ διαβήματα αὐτῆς κατατάττουσαν· ὅπως ὁδεύσας τὴν εἰς