368
οὐρανοὺς φέρουσαν, ἐπιστηριζόμενός τε καὶ χειραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύνης αὐτοῦ, τύχοι τῶν ἐπουρανίων ἐπαγγελιῶν, ἃς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐκήρυττε πᾶσιν ἀνθρώποις λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΟΣΕΥΧΗ ΤΩ ∆ΑΥΙ∆ ΠΕʹ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγʹ, ἔπειτα τοῦ πδʹ, καὶ τρίτου τοῦ πʹ, καὶ τελευταίου τοῦ πζʹ, πῶς ἡ προσευχὴ τοῦ ∆αυῒδ ἀκαίρως, ὡς ἂν εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξετάσειεν. Ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ' εὐκαιρότατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμεμίχθαι τὴν προκειμένην εὐχήν. Ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων, Θεοῦ τε εἰς ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ Σωτῆρος ἀνθρώπων, οἱ πρῶτοι τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ προεφήτευον, ὅτε πγʹ καὶ πδʹ. Ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ, καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο, καὶ Χριστοῦ γένεσιν, καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον· ἀναγκαίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ ∆αυῒδ, δι' ἧς ἱκετεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου μεγαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσι εὐαγγελιζομένης. Μνημονεύει γοῦν ἐν τῇ αὐτοῦ προσευχῇ ὁ ∆αυῒδ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ Θεοῦ χάριτος, ἀποθαυμάζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι' ὧν φησιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τοῦ ἴσων ἀγαθῶν τυχεῖν, εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελικῶν ψαλμῶν παρεμβάλλει. Ταῦτα μὲν οὖν εἰς τὴν 23.1029 λεχθεῖσαν πρότασιν εἰρήσθω. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ Προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ' οὗτος μετὰ προσθήκης, τοῦ ∆αυῒδ, εἴρηται· ἕτερος δὲ ἐπιγέγραπται, Προσευχὴ τοῦ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἄλλος, Προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Ἀλλ' ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ Παλαιᾷ Γραφῇ προσευχὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει, μόνοις αὑτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν. ∆ιό φησι πρὸς αὐτούς· Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν ἑαυτὸν δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν, ὡς ἤδη υἱὸς Θεοῦ γεγονὼς, τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι Πατέρα, καὶ λέγειν τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. Εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν. Ἡ μέντοι παροῦσα προσευχὴ τοῦ ∆αυῒδ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ, τῷ ∆αυῒδ, τοῦ ∆αυῒδ, εἰρηκότες. ∆οκεῖ δὲ ὁ ∆αυῒδ τῷ θείῳ Πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν· διὸ πτωχὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιῤῥεόμενος. Ἀλλ' ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ, ὡς ἀρετὰς ἑαυτοῦ