369
καὶ τὰ κατορθώματα προβάλλεται τὴν πτωχείαν καὶ πενίαν. Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι, ὥσπερ Μωϋσῆς, φωνῆς ἀκούσας Θεοῦ, ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν τῆς θείας φωνῆς τοῦτο φήσας· οὕτω καὶ ὁ ∆αυῒδ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ' ἀνατείνας πρὸς τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ὁρᾷ ἑαυτὸν τὸ μηδὲν ὄντα· καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν Θεὸν ὀνομάζειν, Κύριον αὐτὸν καλεῖ, δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων. Εἶθ' ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ, τοῦ δὲ Θεοῦ ὄντος ἐν ὕψει, κλῖναι τὸν Θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ· ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὡς ἀναπέμπειν εἰς ὕψος καὶ τείνειν πρὸς τὸν Θεὸν τὴν ἑαυτοῦ φωνήν. ∆ιὸ δεῖται κλῖναι ἑαυτοῦ τὸ οὖς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ ταπεινότητι συγκαταβῆναι τὴν θείαν ἀκοήν. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ Θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχὴ ὧν ἐκέκτητο ἀρετῶν· ἃς ἐδήλωσε πρῶτον εἰπὼν, Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· δεύτερον, Ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦλον ἑαυτὸν ὁμολογεῖ καί φησι· Σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. ∆οῦλος δὲ Θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, μόνῳ δὲ Θεοῦ Λόγῳ ὑποτεταγμένος, καὶ 23.1032 ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν Θεόν. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Εἰ καὶ ὅσιός εἰμι, φησὶν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι· ἀλλ' οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀναπέμπω. ∆έομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή. Ἀντὶ γοῦν τοῦ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέδωκεν, Ὅτι πρὸς σὲ βοῶν καθ' ἑκάστην ἡμέραν. Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολάζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς. Καὶ ἐπειδήπερ ἐπ' οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ ὑπὸ τοῦ Θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ' αὐτῷ τῷ Θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν· τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν ἠπίστατο. ∆ιὸ ταῦτα μὲν παραιτεῖται· μόνην δὲ τὴν παρὰ τοῦ Θεοῦ εὐφροσύνην αἰτεῖ τῆς κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος. Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ' ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ Θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως ἐπιλέγει, Ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ, καὶ ἐπιεικὴς, ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων, καὶ ἱλαστὴς, εἰρήκασιν· ὁ δὲ Σύμμαχος, καὶ ἀφίων. Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ ∆αυῒδ, θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τὸ πρὸς σὲ τὴν ψυχήν μου ἦρα· καὶ πάλιν ἀνωτέρω τὸ, Ὅτι ὅσιός εἰμι. Καὶ ταῦτα γάρ μοι, φησὶν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες, χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις. Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ, καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ προσεύχεσθαί τε καὶ ἐλπίζειν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου. Καὶ ἐντεῦθεν παρίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμὸς, ὡς καὶ διὰ τῆς προγραφῆς. Ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τὸ, ἐκέκραξα, καὶ τὸ, ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησὶν, Ἐπικαλέσομαί