370
σε, ὅτι εἰσακούσεις μου· ὥστε εἶναι τὰ τῆς προσευχῆς ἀναπεμπόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ Θεοῦ βοήθειαν· ἵν', εἴποτε καιρὸς γένοιτο περιστατικὸς, καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν Κύριον ἐν ταῖς θλίψεσιν, ἐπήκοον αὐτὸν σχοίη. Καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦσθαι ἐν ταῖς ἐπιθυμίαις, μηδὲ ἀποῤῥᾳθυμεῖν τῶν πρὸς τὸν Κύριον εὐχῶν, ἀλλὰ προπαρασκευάζεσθαι εἰς τὸν μέλλοντα χρόνον. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας 23.1033 σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ' ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ' οὖν καὶ τὸν ∆αυῒδ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ' αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. ∆ιόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα. Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ ∆αυῒδ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττεται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ' οὐρανὸν θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·) ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ' ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγορεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας. Εἶτ' ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς 23.1036 μόνος. Ἐπειδήπερ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν ἀρχῇ ἦν, καὶ Θεοῦ Λόγος ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν Θεὸς, οὐδενὸς τῶν λεγομένων πολλῶν θεῶν