371
ἐν τῇ αὐτοῦ παραθέσει δυναμένου χρηματίζειν Θεοῦ. Ἄλλος δὲ διὰ τὸ ἐπιφέρεσθαι πᾶσι τούτοις τὸ, ὅτι Σὺ εἶ Θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι· τῇ γὰρ αὐτοῦ δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ Υἱοῦ αὐτοῦ γέγονε· καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς καὶ ποιητὴς διὰ τοῦ Υἱοῦ τὰ πάντα συστησάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ Υἱοῦ, τά τε κατὰ τὴν Παλαιὰν ∆ιαθήκην ἱστορούμενα, καὶ τὰ ἐν τῇ Καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαι, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος. Τὸ δὲ, μόνος, εἴρηται καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν Πατέρα ἐν τῷ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Ἐπεὶ δὲ τῆς τοῦ Πατρὸς θεότητος κοινωνὸς ὑπάρχει ὁ Υἱὸς, τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονογενὴς Υἱὸς ὢν καὶ Θεοῦ Λόγος, καὶ Θεοῦ σοφία, εἰκότως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογίᾳ διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων Θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς· ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ ἡ τοῦ Πατρὸς ὁμοιότης σώζεται. ∆ιὸ καὶ εἰκὼν χρηματίζει Θεοῦ, καὶ, Θεὸς ἦν Λόγος, ὡς ἐν αὐτῷ μὲν σώζεσθαι μόνῳ τὴν τοῦ Πατρὸς ὁμοίωσιν, οὐκέτι δὲ καὶ ἐν τοῖς πολλοῖς θεοῖς. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Εἰς τὸ μὴ ἀποσφαλῆναι τῆς ἀληθείας Θεοῦ, ποδηγοῦ δεόμεθα· διόπερ ὁ μὲν Ἀκύλας, Φώτισόν με, φησὶ, Κύριε, τῇ ὁδῷ σου, περιπατήσω ἐν ἀληθείᾳ σου· ὁ δὲ Σύμμαχος, Ὑπόδειξόν μοι, Κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου. Καὶ πάλιν ἀντὶ τοῦ, Εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου, ὁ μὲν Ἀκύλας φησί· Μονάχωσον τὴν καρδίαν μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου· ὁ δὲ Σύμμαχος, Ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου. Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου, ἐν ὅλῃ τῇ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς, ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ, χαυνοῦσθαι, καὶ ῥᾳθυμότερον ἀναστρέφειν. Ἐπιστρέφει τοίνυν αὐτὸς ἑαυτὸν, καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν Θεὸν εὐχαριστία· διό φησιν· Ἐξομολογήσομαί σοι· καὶ ἐπάγει· Ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει, εἰς τὸν κατώτατον ᾅδην κατασπῶσα. Πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν, ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ δὲ εἰς τὰ κατώτατα, καὶ, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν 23.1037 τὸν πυθμένα, περὶ οὗ εἴρηται· Ὁδοὶ ἀνδρὸς αἱ δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀλλ' ἐκεῖθεν, φησὶν, ἐῤῥύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ. Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ νʹ ψαλμῷ, ἐν ᾧ εἴρηκεν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ' ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησε τὴν ψυχήν μου, καὶ οὐ προέθετό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγησιν, καὶ ὁμολογήσας τῷ Θεῷ τὴν χάριν, ὅτι ἐῤῥύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων δι' ἣν ἥμαρτε, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθε, φθονησάντων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ. ∆ιό φησιν· Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ. Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταὶ, ὑπερήφανοι, εἰρήκασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνιξάμενοι. Ὁποίαν δὲ