372
βίαν πέπονθεν ἡ τοῦ ∆αυῒδ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ' ὑπὸ πλειόνων, διδάσκει λέγων· Καὶ συναγωγὴ κραταιῶν· ἢ ὡς ὁ Ἀκύλας, Καὶ συναγωγὴ κατισχυρευομένων· ἢ ὡς Σύμμαχος, Καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησε τὴν ψυχήν μου. Ἀλλ' ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζήτησε τὴν ψυχήν μου, μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν Θεὸν, σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω, ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ' ἔπραξας, ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος, καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ὁρῶν με, φησὶν, ἐλέησόν με. ∆είκνυσι δὲ ἑαυτοῦ ὁ ∆αυῒδ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς ἐν οἷς ἔλεγε· Πτωχὸς καὶ πένης ἐγώ εἰμι. Ἀντὶ δὲ τοῦ, ∆ὸς τὸ κράτος τῷ παιδί σου, σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπὼν, ∆ὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου. Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω, μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ, πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συναγωγῆς τῶν κραταιῶν. Οὕτω δέ με ἰσχυροποιήσας σώσεις, ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παιδίσκης σου, ἤτοι τῆς Ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ Θεὸν παιδείᾳ θρεψαμένης αὐτὸν μητρός. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ Θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο τοῦ ἀνελεῖν αὐτὸν, διὰ τὸ κρῖναι τὸν Θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ γῆς· οὕτω καὶ τοῖς τελείοις αὐτοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες, οἱ μὲν 23.1040 φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύνονται, γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βεβοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι. Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις, ὁρῶσαι τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ Θεοῦ, ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ Θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτημένην αὐτῷ ἐκ Θεοῦ ὀργὴν ἐπιγινώσκοντες. Ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνάμεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ· οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. Τοῦτο καὶ ὁ Σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπὼν, χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ Ω∆ΗΣ. Πςʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Ἀντὶ τοῦ, Τοῖς υἱοῖς Κορέ, ὁ Ἀκύλας καὶ Σύμμαχος, Τῶν υἱῶν Κορὲ, ἐκδεδώκασιν, ὡς ὑπ' αὐτῶν πεποιημένου, ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ' ᾠδῆς. Ζητῶν δὲ παρ' ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ' ἑνὶ συνημμένοι οἱ ἐπιγεγραμμένοι Τῶν υἱῶν Κορὲ, ἀλλ' οὕτω μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μαʹ· καὶ πάλιν ἰδίως ἀφωρισμένοι δύο ὁ πγʹ, ὁ δʹ καὶ πʹ· καὶ πάλιν ἕτεροι δύο, ὁ μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ· μέσος δὲ παρεμβέβληται τούτων ὁ πεʹ ἐπιγεγραμμένος Προσευχὴ τοῦ ∆αυΐδ· τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεωρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδήλωται. Εἴποι δ' ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν φερόμενοι λόγοι, ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ Πνεύματι λελαλημένοι, ἰδιάζοντες ἦσαν, ὡς ἂν μήτε ὑφ' ἕνα καιρὸν λεχθέντες, μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες. Αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ, καὶ τοῦ ∆αυῒδ πάλιν ἕτεροι, καὶ ὁ