373
Σολομῶντος ἄλλος, καὶ πάλιν Αἰθὰν τοῦ Ἐσδραΐτου· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι, οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ' εἶεν. ∆ιαφόρως οὖν εἰρημένων τὸ παλαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπουδαίοις πεφυλαγμένον. Εἶθ' ὕστερον συναχθῆναι τοὺς ρνʹ ὑπὸ μίαν βίβλον. Μήποτ' οὖν ὁ συναγαγὼν, εἴτ' Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐχομένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. Οὐκ ἀθρόως γὰρ τοὺς πάντας ὑφ' ἕνα καιρὸν εὑρὼν, ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προειληφόσι. ∆ιόπερ καὶ τοὺς πρώτους ηʹ Τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται· μετ' ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα εἰς αὐτὸν ἐλθόντας. Εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρημένων, καὶ εἰς τὴν βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων μετὰ τὸν πβʹ ψαλμὸν, εὑρῆσθαι πάλιν ἄλλους δύο Τῶν 23.1041 υἱῶν Κορὲ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ πʹ καὶ τῷ πδʹ κατέταξεν. Εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ ∆αυῒδ Προσευχῆς εὑρεθείσης, ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδʹ. Καὶ πάλιν μετὰ τὴν Προσευχὴν τοῦ ∆αυῒδ, ἐν πεʹ τόπῳ καταλεχθεῖσαν, εὑρεθῆναι ἑτέρους δύο Τῶν υἱῶν Κορὲ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ· ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι τῇ Προσευχῇ τοῦ ∆αυΐδ. Τὸν αὐτὸν δὲ λόγον ὑπάρχειν ὁ αὐτὸς εἴποι ἂν καὶ ἐπὶ τῆς τῶν λοιπῶν ψαλμῶν συνθέσεως. Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀποδείξεων· ἐπεὶ γὰρ ἐν ταῖς προφητικαῖς βίβλοις πολλάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ προλεχθέντα δεύτερα κείμενα τῇ τάξει, καὶ τὰ προφητευθέντα ὕστερα προτεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. Ὁ γοῦν Ἱερεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρατείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας· Σεδεκίας δ' ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς. Μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν· μεθ' ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ· μεθ' ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ' οὓς ἅπαντας τοῦ Ἱερεμίου προφητεύσαντος, ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ Ἰωσίου· εἶτα προφητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου· οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προφητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν. Εἶθ' ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ· εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ. Εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σεδεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδολίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ' ὃν Ἰωανᾶν υἱὸς Καριὲ ἡγεῖται. Καὶ μετὰ τούτους ἅπαντας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας, καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδεκίου εἰρημένας. Εὕροις δ' ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια. Ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι· ἀλλ' εἰσὶν αἱ μὲν κατὰ τὸ κζʹ ἔτος τῆς αἰχμαλωσίας προτεταγμέναι τῷ ιαʹ τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ γὰρ τὰς ἐν τῷ κζʹ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ιαʹ τῆς αἰχμαλωσίας ἔτει· καὶ πάλιν μετὰ τὰς ἐν τῷ ιαʹ ἄλλαι φέρονται ἐν τῷ ιʹ ἔτει εἰρημέναι, καὶ ἑξῆς αἱ ἐν τῷ κεʹ ἔτει. Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης. Σποράδην γὰρ, ὡς εἰκὸς, τῶν κατὰ χρόνους καὶ καθ' ἕκαστον βασιλέα μερικῶς προπεφητευμένων, τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων, ἤτοι τὸν Ἔσδραν, ἢ καί τινας ἑτέρους, ὑπὸ μίαν περιγραφὴν συνάγοντας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφόρους λεχθέντα, τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους· εἶθ' ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ. Τὸν δ' αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν Ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας ἡμῖν ἐξεταζομένων· εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων