375
Ἀποστόλου· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ Θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς Ἐκκλησία τοῦ Θεοῦ· τὰ δὲ στηρίγματα αὐτῆς καὶ θεμέλιοι, οἱ ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν· αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ' ἡμῖν. Ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνόμασε Σιὼν ὁ λόγος φάσκων· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαικαὶ παραδόσεις, καὶαἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι· ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ Θεῷ αἱ πύλαι τῆς Σιὼν, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς Ἐκκλησίας ἱδρυμέναι. Ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τοῦ σωτηρίου γε Εὐαγγελίου ὁ πᾶς σκοπὸς ἐκεῖσε βλέπει. Ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι, καὶ τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἡ πᾶσα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος, τὴν βασιλείαν τῶν οὐρανῶν ὁρᾷ. Γέγραπται γοῦν, ὅτι ἐκήρυξεν ὁ Σωτὴρ λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακαρισμῶν, ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν· ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· Γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. Εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύλαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν, εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας. Ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιὼν ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγὰς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ. Οὐδὲν γοῦν παρ' ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ μνημονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐρανῶν ἔνεστι, κάτω δὲ δι' ὅλου νενευκότες τὰς ἐλπίδας ἐπὶ γῆς ἔχουσι, καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που προσδωκῶσι· διὸ προτιμότεραι παρὰ τῷ Θεῷ τυγχάνουσι τῶν σκηνωμάτων Ἰακὼβ αἱ προδηλωθεῖσαι ἡμῖν 23.1048 πύλαι τῆς ἐπουρανίου Σιών· ἧς οἱ θεμέλιοι οὐκ ἐνταῦθα κάτω που ἐπὶ γῆς, ἀλλ' ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ὑπάρχουσι, τοῖς προτεθεωρημένοις. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Ἀντὶ τοῦ· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύλας φησίν· Ἀναμνήσω ὁρμήματος καὶ Βαβυλῶνος· ὁ δὲ Σύμμαχος· Ἀναμνήσω ὑπερηφανίαν καὶ Βαβυλῶνα. Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ Ῥαὰβ, διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιόπων, τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι, τῶν μεταθεμένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγωγῆς, καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ Θεοῦ· οὓς ὁ Λόγος ἀναμιμνήσκειν βούλεται τοῦ προτέρου ἑαυτῶν γένους. Τῷ γὰρ φάσκειν ἀλλοφύλους, καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ Θεοῦ ἀναγέννησιν; Καὶ ὁ Ἀκύλας δέ φησι· Φυλιστιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ· ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ. Ἐκεῖ δὲ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ' ἢ ἐν τῇ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς πύλαις αὐτῆς ταῖς νενοημέναις; Τοῦτο γὰρ ἡ ἀκολουθία τῆς συμφράσεως ὑποβάλλει νοεῖν. Προειπὼν γάρ· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλόφυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ· δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις. Ἃ δὴ καὶ ἔργοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς