376
σωτηρίου χάριτος, καὶ Βαβυλωνίου, καὶ Τυρίους, καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας, καὶ τῶν τῆς Καινῆς ∆ιαθήκης μυστηρίων ἀναγεννώσης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ Θεοῦ. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προκειμένων διάνοιαν παρέστησαν. Ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· Περί τε Σιὼν λεχθήσεται καθ' ἕκαστον· Ἄνθρωπος οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς ἥδρασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Καὶ ὁ Θεοδοτίων φησί· Καὶ τῇ Σιὼν ῥηθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν, καὶ ἡτοίμασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐν αὐτῇ. Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις οἷσπερ εἴρηται περὶ τῶν ἀλλοφύλων, τό· Ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Οὕτω καὶ ἐνταῦθα, Λεχθήσεται, φησίν· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐκεῖ· καὶ πάλιν ἑξῆς· Κύριος γράφων λαοὺς, Οὗτος ἐτέχθη ἐκεῖ. Πρότερον μὲν γὰρ εἴρητο περὶ τοῦ λαοῦ τῶν ἀλλοφύλων· δεύτερον δὲ περὶ τοῦ ἀνδρὸς τοῦ λεγομένου τετέχθαι ἐκεῖ, καὶ τρίτον περὶ αὐτοῦ τοῦ Κυρίου. Ὁ γὰρ Κύριος, φησὶν, αὐτὸς ὁ θεσπίζων ταῦτα καὶ γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Σαφῶς δὲ ὁ Λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ Θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν ᾐνίξατο· τὸν δὲ Κύριον καὶ αὐτὸν τε 23.1049 τέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πόλις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ' αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον. Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί. Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοί, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ' ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ' εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστήριον. Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύλαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ' εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ' αὐτοῦ