377
μὴ διασαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμάτων Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμένην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους. Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς, καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ' οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ἐπὶ τέλει τοῦ ψαλμοῦ θεσπίζει. Ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα πάντα ἔσεσθαι, σημαίνειν 23.1052 ἡγοῦμαι τὸν καιρὸν τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. Ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· Αὕτη ἡ ἀπογραφὴ πρώτη· ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι. Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς, καὶ μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλούμενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ Κυρίου γενέσεως ἐβούλετο· ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμένων. Τὸ αὐτὸ δ' ἂν εἴποις καὶ ἐπὶ τοῦ πζʹ ἑξῆς τούτῳ ἐπιλεγομένου, ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν Κορέ· ἐπεὶ καὶ αὐτὸς τὸν θάνατον τοῦ Σωτῆρος ἡμῶν προφητεύει ἀκολούθως τῷ μετὰ χεῖρας τὴν γένεσιν αὐτοῦ περιέχοντι.
Ω∆Η ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΤΟΥ ΑΠΟΚΡΙΘΗΝΑΙ, ΣΥΝΕΣΕΩΣ ΑΙΜΑΝ ΤΩ ΕΣ∆ΡΑΪΤΗ. ΠΖʹ.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ. Καὶ ὁ παρὼν ψαλμὸς Τῶν υἱῶν Κορὲ, ὡς καὶ ὁ πρὸ αὐτοῦ, τυγχάνει. Ἀλλ' ὁ μὲν πρὸ αὐτοῦ, Χριστοῦ γένεσιν ᾐνίττετο φάσκων· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτὴν, ὡς ὁ Ἀκύλας ἡρμήνευσε· καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς, προϊὼν ἑξῆς· ἔφασκε γοῦν· Ἐν τῷ γράφειν λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμπτη ἔκδοσις, ἐν ᾗ εἴρηται· Ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ. Σαφέστατα γὰρ τῆς ἀπογραφῆς ἐμνημόνευσε, καθ' ἣν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελιστής· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύσαντος τῆς Συρίας Κυρηνίου. Ἀλλ' ἐκεῖνος μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. Τὸ δὲ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ, ἡρμήνευσεν ὁ Σύμμαχος· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείας. Καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλησιαστικὴν χορείαν, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν ὁ θάνατος ἀνυμνεῖται. Ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλμὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων· Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοὶ, τοὺς ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦντας τὰ μυστήρια δηλώσας. Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραΐτην φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα, κεκλῆσθαί τε αὐτὸν παρ' Ἑβραίοις πατρωνυμικῶς Ζαραΐτην· εἶναι δὲ πέντε τοὺς πάντας· μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομέ 23.1053 νων, τοῦτον περιέχουσαν τὸν τρόπον· Υἱοὶ Ἰούδα Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰμ καὶ Αἰμὰν καὶ