378
Χαλχὰλ καὶ ∆αρδά· πάντες πέντε. Τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προφητεῦσαι, πρὸ Μωϋσέως γενομένους, αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους· οἷον τὸν μετὰ χεῖρας, καὶ τὸν ἑξῆς αὐτῷ, καὶ αὐτὸν ἐπιγεγραμμένον, Αἰθὰμ τῷ Ἐσδραΐτῃ· ἀλλὰ καὶ περὶ αὐτῶν λελέχθαι ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· Καὶ ἐσοφίσατο Σολομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐσδραΐτην, καὶ Αἰμὰν, καὶ τὸν Χαλχὰλ καὶ τὸν ∆αρδάν. Ταῦτα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω. Εἰ δέ τι συμβάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνομάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. Ὕστατος δὲ ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων Υἱῶν Κορὲ, τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ Σωτῆρος ἡμῶν περιείληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παραδοῦναι. Καί μοι δοκοῦσιν οἱ δʹ οὗτοι Τῶν υἱῶν Κορὲ, λέγω δὲ ὁ τρίτος καὶ πʹ, καὶ ὁ δʹ καὶ πʹ, ὅ τε πʹ καὶ ὁ πζʹ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. Ὁ μὲν γὰρ πγʹ σαφῶς Θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χριστοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ πρὸ τοῦ μετὰ χεῖρας ἤδη τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ᾐνίττετο· τούτοις δὲ πᾶσιν ἀκολούθως ὁ προκείμενος τὸν θάνατον, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, προαναφωνεῖ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐναντίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ἐν τῷ καʹ ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ, καὶ τὸ πάθος αὐτοῦ σαφῶς προφητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων· Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; ὃ καὶ μεμαρτύρηται κατὰ λέξιν ἐπὶ τοῦ πάθους ὁ Σωτὴρ ἡμῶν εἰρηκὼς, μετὰ τὴν ἀρχὴν ἑξῆς ἐπιλέγεται· Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν· Ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Καί μοι δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ Θεῷ. Ἔχει δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. Ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ Πατρὸς καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. Καὶ τοῦτ' εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν, αὐτὸς ἑαυτὸν τῷ Πατρὶ προσφέρειν θυσίαν. Πολλὰ δὲ περὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι, ὁρῶν τε τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν, εἰκότως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προλαβὼν ἀνατίθησι· διό φησι, Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι, καὶ τὰ κακὰ ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν. 23.1056 Κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει, κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς ἑαυτὸν ἀνείληφε, δι' ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν Ἀπόστολον, ὃς ἔφη· Κύριος ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ∆ιὸ καὶ κατὰ τὸν ψαλμὸν, ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν· ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. ∆ιόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπὼν, Καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντηκεν· ὁ δὲ Σύμμαχος, Καὶ ἡ ζωή μου ᾅδῃ ἥψατο. Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τὸ, Μετὰ ἀνόμων ἐλογίσθη· Οὕτω καὶ ἐνταῦθα, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἀνθ' οὗ ἐξέδωκεν ὁ Σύμμαχος, Ἐλογίσθην μετὰ τῶν καταγομένων εἰς λάκκον. Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ