379
κατάγονται εἰς τὸ χωρίον τοῦ θανάτου, τὸ νῦν λάκκῳ παραβαλλόμενον· καὶ καταβαίνουσιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. Κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην, οὐκ ὢν ἄξιος, ἀλλ' ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου. Ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησὶ, τῷ ᾅδῃ ἤγγικε· καὶ, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐν ἑτέρῳ δὲ ψαλμῷ, τούτων αὐτῶν μνημονεύων, τὴν ἐκεῖθεν ἄνοδον σημαίνει φάσκων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· Καὶ πάλιν ἀλλαχοῦ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας μου· καὶ ἐν τῷ ιεʹ ψαλμῷ εἴρηται· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν. Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι, κατάγονται καὶ ἀπάγονται ὑπ' αὐτοῦ. Μόνος δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου· καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὕτως ἐγενήθη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων. Ἀλλ' ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύθερος, ἀδούλωτος τῷ θανάτῳ μείνας. Ἀντὶ δὲ τοῦ, Ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας, Ἐν τεθνηκόσινἐλεύθερος, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, Ἐντὸς νεκρῶν ἀφεὶς ἐλεύθερος. Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδιαστολῆς, ἰδίως μὲν ἀφορίσας τὸ, Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· εἶτα ὑποστίξας εἰς τὸ, ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τὸ, ἐλεύθερος· τῆς διανοίας τοῦτο δηλούσης, ὅτι Ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων Κύριος γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· ἀλλ' οὐκ ἀληθῶς ἀβοήθητος, ἀλλ' ὡς ἀβοήθητος. Ταῦτα δὲ ὅτι μηδενὶ ἑτέρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου, καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ 23.1057 αὐτῷ, παντί τῳ οἶμαι φανερὸν τυγχάνειν· ὡς μὴ δύνασθαι ἐφ' ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτω καὶ ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι. ∆ιὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος Ἀπόστολος μνημονεύει γράφων Κορινθίοις, λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη. Καὶ Ἡσαΐας δὲ τῆς ταφῆς αὐτοῦ μέμνηται λέγων· Ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου. Ἀντὶ δὲ τοῦ, Ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύλας φησίν, Ὅμοιος ἀνῃρημένοις· ὁ δὲ Σύμμαχος, Ὡσεὶ τετρωμένοι· καὶ σαφές τινα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐτοῦ τὴν πλευράν. Ἀλλ' ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγονέναι ὡσεὶ τραυματίας, καὶ ὅμοιος τοῖς καθεύδουσιν ἐν τάφῳ, ἀλλ' οὐ μέχρι τούτου ἵσταται· ὅλον δὲ συνάψας, ὄψει τὴν διάνοιαν τοῦ λόγου. Γέγονα γάρ φησιν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι. Οἱ μὲν γὰρ λοιποὶ, μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι, ἀπελείφθησαν, καὶ ἀπέμειναν γῆ καὶ κόνις, μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐτῶν τοῦ Θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης, ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς παρὰ σοὶ καταξιώσας ∆ιὸ καὶ ἀρχόμενος καὶ εὐχαριστήριον ἀνέπεμπεν ὕμνον, λέγων· Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Καὶ τὰ μὲν κατ' ἐμὲ τοιαῦτα ἦν. Ὅμως δ' οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενομένοις, καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις