380
μνήμης, διὰ τὸ ἀπὸ τῆς σῆς χειρὸς ἀπεῶσθαι. Ἀντὶ γὰρ τοῦ, Ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, Ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπετμήθησαν· ὁ δὲ Σύμμαχός φησιν, Ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Ἀντὶ τοῦ, Ἔθεντό με, ὁ μὲν Ἀκύλας, Ἔθου με, ὁ δὲ Σύμμαχος, Ἔταξάς με, ἐκδεδώκασι. ∆ι' ὧν παρίστησιν, ὅτι νεύματι τοῦ Πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελήλυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα, ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. Παρίστησι δὲ τοῦτο καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις φάσκων· ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀντὶ δὲ τοῦ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας, ἐν σκοτεινοῖς, φησὶ, καὶ ἐν βυθοῖς· ὁ δὲ Σύμμαχος, ἐν σκοτεινοῖς ἐσκεπασμένον· ἡ δὲ πέμπτη ἔκδοσις, ἐν σκοτεινοῖς, ἐν καταδύτοις. Τοῦτο δέ μοι παρα 23.1060 τετήρηται ἀναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι, διὰ τὸ λέγεσθαι παρὰ τοῖς Ἑβδομήκοντα, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. ∆έδεικται γὰρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, σκιὰν θανάτου, ἡρμήνευσαν. Τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν, πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴωθεν ἀποκαλεῖν. Ἐνταῦθα δὲ ὁ Σωτὴρ, ἐν αὐτῷ τῷ θανάτῳ γεγονὼς, πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγράφει. Ἐπ' ἐμὲ ἐστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. ∆ιάψαλμα. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν Ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι' ὃ γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτὸν, εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπικειμένην ὀργὴν τοῦ Θεοῦ, καὶ τὸν θυμὸν αὐτοῦ τὸν καθ' ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος, δι' ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμένας προφέρεται φωνάς· ἅτε δὴ γενόμενος Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ∆ιό φησιν ὁ προφήτης περὶ αὐτοῦ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Ἀνθ' οὗ φησιν ὁ Σύμμαχος, Ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν ἐκάκωσάς με. Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου, γνησίων υἱῶν προασπίζων, τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας· ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε, τῆς τῶν παίδων σωτηρίας τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος, καὶ τὸν κατ' ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. ∆ι' ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ Θεοῦ αὐτὸς ὤν· καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ' ἀνθρώπων ἐπιβρίσαντα θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν περισπάσας, τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ' αὐτὸν, μήθ' ἑτέρους ἀδικῆσαι· τὸν δ' οἷα Πατέρα ἵλεων τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. Ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ λέγειν, τῶν τεσσάρων εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. Αὐτὰ δὴ οὖν ταῦτα προλέγει προφητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ· ἔταξάς