381
με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προερχόμενον. Τότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μαθηταὶ, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρ 23.1061 χιερέως. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Σαφέστερον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως· ἐπεκαλεσάμην σε καθ' ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Ἀπεκλᾴετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας, καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει. δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν μὴ καταδεξαμένων αὐτόν. Καὶ ὡς τὴν Ἱερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν, καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παναγάθου Πατρὸς υἱὸν ἀποκλαύσασθαι· δι' οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε, βοῶν ἐν ταῖς πρὸς τὸν Πατέρα προσευχαῖς, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ Πατρί. Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· Ὑμεῖς δὲ πάντες σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· χεῖρας δὲ αὐτοῦ, τὰς πράξεις ἃς ἐνήργει εἰς δόξαν τοῦ Πατρὸς, διεπετάννυεν, ἐξαπλῶν αὐτὰς τῷ μόνῳ θεάσασθαι αὐτὰς δυναμένῳ· ἀλλὰ καὶ ἐν ταῖς συνεχέσιν εὐχαῖς ἔν τε τῷ πάθει τὰς χεῖρας διεπέτασεν ὑπὲρ τοῦ κόσμου, οὗ περιῄρει τὴν ἁμαρτίαν, τὸν Πατέρα ἱλασκόμενος. Τίνα δὲ ἦν ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν Πατέρα προσηύχετο, καὶ κατ' ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν Πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις· Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; ∆ιάψαλμα. Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειαν ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἀντὶ τοῦ, Μὴ ἐν νεκροῖς ποιήσεις θαυμάσια; φησὶν ὁ Σύμμαχος, Ἆρα νεκροῖς ποιήσεις τεράστια; Καὶ δι' ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται, Μὴ διηγήσεταί τις ἐν τάφῳ; καὶ πάλιν, Μὴ γνωσθήσεται ἐν τῷ σκότει; ὁ Σύμμαχος, Ἢ διηγήσεται, ἢ γνωσθήσεται; ἐξέδωκεν. Οὐ γὰρ ἀπογινώσκων τὰ λεγόμενα, ταύτας προέφερε τὰς φωνὰς, κατ' ἐκείνην τὴν ἡμέραν δηλαδὴ τὴν τοῦ πάθους· τῷ Πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων· Ἆρα νεκροῖς ποιήσεις τεράστια; Ἢ τάδε, ἢ τάδε ποιήσεις; Οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ Πάτερ, μέχρι τούτου με προελθεῖν, καὶ ἐν θανάτῳ γενέσθαι, καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης, ἵν' ἅπερ μὴ δύνανται ἰατροὶ, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενόμενοι, ἀναστάντες, ἐξομολογήσονταί σοι. Οὐ γὰρ ἰατρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐνθέου μεγαλουργίας. Ἄρ' οὖν διὰ ταῦτα ὑπελθεῖν με τὸν θάνατον ἐβουλήθης, ἵν' ἐν μὲν τοῖς τάφοις τὸ ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου 23.1064 γνωσθῇ· ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ, ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημονευθῇ. Εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε τοῖς καθ' ἡμᾶς ἀμφὶ τὸ μνῆμα, καὶ τὸ μαρτύριον τοῦ Σωτῆρος ἡμῶν ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πεπλήρωται ἔργοις τὰ τεθεσπισμένα. Θέα δὲ διὰ τούτων ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμηνεύει. Πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. Ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια· τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ