382
διηγήσονται. Ἔστι δὲ ἐπιγνῶναι ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, καὶ ἡ ἀλήθεια αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς, καὶ ἐν τάφοις, καὶ ἐν ἀπωλείᾳ, καὶ ἐν σκότῳ, καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσομεν ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι' οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. Τὰ γὰρ αἴτια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο κατὰ τοὺς εὐαγγελιστὰς, ὅτε πολλὰ σώματα κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ Σωτῆρι εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν τοῦ Θεοῦ, δηλαδὴ τὴν ἐπουράνιον. Καὶ ἐγὼ πρὸς σὲ κέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ὥσπερ ἐν τῷ καʹ ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γεγενημένην· οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦμαι διὰ τούτου, Πρωῒ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ Σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωῒ, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. ∆ι' ὃ οὔτε ἑσπέρας, οὔτε μεσημβρίας, οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωῒ, φησὶν, ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Καὶ ἐν τῷ καʹ ἔλεγε τὸ, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; λέγει δὲ ἐν τούτοις, ἵνα τί, ἐρωτηματικῶς πυνθανόμενος δι' ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ Πατρὸς, καὶ ἱνατί ἀπώσατο αὐτοῦ τὴν ψυχήν· ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν δι' ἣν αἰτίαν ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι· τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι· μανθάνοιμεν, ὅτι τοῦτο ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· Ἀλλ' ὑπὲρ ἡμῶν πάντων, 23.1065 ἵνα γένηται ἀμνὸς Θεοῦ καὶ πρόβατον ἱερουργούμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. ∆ιόπερ ἔλεγε καὶ ὁ προφήτης· Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Ἐπιφέρει δὲ λέγων ἐν καʹ· Ὁ Θεὸς, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί· καὶ ἐν τοῖς προκειμένοις· Ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ Εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν μαθητῶν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· καὶ πάλιν· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών· Πτωχὸς ὢν καὶ ἐκλείπων ἀπὸ νεότητος, ἀνέλαβον τὸν φόβον σου. Πρὸς τούτοις δι' ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκπλήξεις σου κατεσιώπησάν με. Περιῆλθόν με ὡς ὕδατα, πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με. Καὶ ὁ Ἀκύλας, Ἐπ' ἐμὲ, φησὶ, παρῆλθον αἱ ὀργαίσου. Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότητος, διδάσκει αὐτὸς ἐν τοῖς Εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ὁ Ἀπόστολός φησιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν