383
ἐκένωσεν· ὥστε εἶναι σαφὲς πῶς εἴρηται παρὰ τοῖς Ἑβδομήκοντα τὸ, Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Ἀλλ' ἐν μὲν τῇ νεότητι αὐτοῦ, καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ, καὶ τὴν κατὰ σάρκα μητέρα τρεφόμενος, πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ Θεοῦ δυνάμεις ἀποτελῶν, ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς ἐταπεινώθη. ∆ι' ὃ ἔλεγεν· Ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ πάλιν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ ἐν τῷ προκειμένῳ· Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Τὸ δὲ, ∆ι' ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν· Ἐπ' ἐμὲ παρῆλθον αἱ ὀργαί σου, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν ἐπέσκηψαν, ἀλλὰ δι' αὐτοῦ παρῆλθον· καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. Τὸ δὲ, ἐξετάραξάν με, κατὰ τοὺς Ἑβδομήκοντα, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς 23.1068 Εὐαγγελίοις· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε καταλιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο· ὁ δὲ Πέτρος καὶ τρίτον αὐτὸν ἠρνήσατο. Καὶ ἄλλως δὲ τὰ προκείμενα ἅπαντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά· λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν, καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ' οἷς δι' ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας, ὡς ἐφ' υἱοῖς πονηροῖς, διὰ τὰς αὐτῶν κακίας ἀπολλυμένοις, ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων, ἀπωδύρετο. Νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ∆ιὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων· Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἑώρα γὰρ τὴν οὐκ εἰς μακρὸν ἐπελευσομένην αὐτοῖς ὀργὴν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν· ὡς τὰ μὲν Ἅγια τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον ἐκ βάθρων ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν, τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας, καταλυθῆναι, τήν τε αὐτονομίαν καθ' ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύοντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ ἄρχουσιν ἀποσβεσθῆναι· ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. Ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ' αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων· Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου· ὡσεὶ ἔλεγε, ∆ι' ἐμέ· ἢ κατὰ τὸν Σύμμαχον, ∆ι' ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι' αὐτὸν ταῦτα πάντα πεπόνθασιν. Ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν· Οἱ φοβερισμοί σου ἐξετάραξάν με. Εἰ γὰρ καὶ τὰ μάλιστα διὰ τὴν ἀναισθησίαν οὐκ ἐτάραττον ἐκείνους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ' αὐτῶν φοβερισμοὶ τοῦ Θεοῦ, ἀλλ' ἐμὲ, φησὶν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις, ἐξετάρασσον οἱ φοβερισμοί σου. Οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσεβείας παρακαλῶν τὸν Πατέρα ὑπὲρ αὐτῶν, καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι' αὐτοὺς ταραττόμενος, περίλυπος ἦν μέχρι θανάτου· ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ Θεοῦ σφοδρῶς ἐπέκειτο κατ' αὐτῶν, ὡς μηδὲ τυγχάνειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι' ὧν παρακαλῶν καὶ δεόμενος ἐν τοῖς Εὐαγγελίοις προσέπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα, Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· εἶθ' ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ Πατρὸς, ἐπέφερε· Πλὴν ἀλλ' οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ δεύτερον ἀπελθὼν, ἐπὶ πρόσωπον πίπτει, καὶ προσεύχεται λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε.