384
∆ιὸ δὴ ταῦτα σημαίνων καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; καὶ τὸ, Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ 23.1069 φοβερισμοί σου ἐξετάραξάν με. Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ Θεοῦ σωτηρίας τοὺς ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο φιλτάτους ὄντας αὐτοῦ καὶ ἀγαπητοὺς διὰ τοὺς πατέρας, ἔλεγεν· Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. ∆ηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει γνωστοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους· ἐπεὶ καὶ μέρος ἦσαν αὐτοῦ καὶ κληρονομία· ἀλλ' ἐμακρύνθησαν ἀληθῶς ἀπ' αὐτοῦ διὰ τῆς ἑαυτῶν ἀπιστίας· καὶ πάλαι ὄντες φίλοι, ἐχθροὺς ἑαυτοὺς κατέστησαν· καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ, ἐλθόντα αὐτὸν οὐκ ἐπέγνωσαν, οὐδὲ παρεδέξαντο. Ὧν ἕνεκα πάντων καὶ ἀπὸ τοῦ Θεοῦ ἐμακρύνθησαν δι' αἰτίαν τῆς ἑαυτῶν ταλαιπωρίας. Οὕτω δ' οὖν καὶ ἐκπεπτώκασι τοῦ Θεοῦ κατὰ τὸ φάσκον λόγιον, Ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Καὶ εἰς τοῦτο καταλήγουσιν οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ ψαλμοί. ΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ ΤΩ ΕΣ∆ΡΑΙΤΗ. ΠΗʹ. Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ σου; προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων, δυνάμει τοῦτο λέγων· Εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει, ἴλιγγόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ Κύριε, κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μὲν ὁ ἀψευδὴς Θεὸς πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν πεποίησαι· τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσι· διὸ καὶ μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀλλ' ὅμως πεπεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους, τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυτοῦ γνώμης προασφαλίζομαι· διό φημι· Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Οὐ γὰρ νῦν μόνον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ Κυρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις καιροῖς, καὶ ἐν αὐτοῖς ἐκείνοις δι' οὓς μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Καὶ τότε γὰρ καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον, καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, Κύριε, ἀκριβῶς εἰδὼς, ὅτι, ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας, οὐ διαψεύσεις, ἅτε Θεὸς ὢν ἀληθής. ∆ιόπερ οὐ μόνον τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ' ἑκάστην γενεὰν ἀπαγγελῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖ, ἐναντία ταῖς σαῖς πρὸς τὸν ∆αυῒδ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα, καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι τῶν λόγων σου, ὦ Κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπεσεῖται. ∆ιόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγγέλλων. Ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύτην καταλείψω τοῖς μεταγενεστέροις, εἰς τὸ καὶ αὐτοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ' ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέ 23.1072 ρειν, καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας. Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρματος ∆αυῒδ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει. Ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ πʹ καὶ ʹ ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται· διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα Γραφὴ, τὴν πρὸς τὸν ∆αυῒδ ἐπαγγελίαν τοῦ Θεοῦ