385
περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα· ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κατατεταγμένους ψαλμούς. Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸς μόνον, οὔτε δὲ ψαλμὸς, οὔτε ὕμνος. Εἴη δ' ἂν ᾠδὴ προφητικὴ συνέσεως τῆς κατὰ Θεὸν δεομένη. ∆ι' ὃ λέλεκται· Εἰς τὸν αἰῶνα ᾄσομαι, καὶ, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. Ἀπὸ μὲν γὰρ τοῦ· Εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκότως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· Ἀπαγγελῶ τὴν ἀλήθειάν σου εἰς γενεὰν καὶ γενεὰν, καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, προφητείαν. Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐσδραΐτου περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνολογουμένοις τῶν ψαλμῶν διειλήφαμεν. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἀντὶ τοῦ· Ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Ὅτι εἶπα· ὁ δὲ Σύμμαχος· Ὅτι εἶπον· καὶ ὁ Θεοδοτίων ὁμοίως· Ὅτι εἶπον· καὶ ἡ πέμπτη ἔκδοσις· Ὅτι εἶπα· ὡς ἐκ προσώπου τοῦ Προφήτου λεγομένου τοῦ λόγου. Οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραΐτης, ὡς ἡ προγραφὴ παρίστησι. Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ Προφήτης· Φθάσας ἤδη πρότερον εἶπον· ὅτι Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Τοῦτι δὲ πῶς ποτ' ἂν γένοιτο ἢ τοῦ πρώτου ἐλέους τοῦ Θεοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογονίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμβάνοντος, καὶ δίκην οἰκοδομῆς αὔξοντος; Αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀνθρώπους, καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ γενεὰν καὶ γενεάν. Ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιωσάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ Θεοῦ οἰκοδομηθήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. Τὰ γὰρ περίγεια πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον. Ἀλλ' ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, αἱ πρὸς τὸν ∆αυῒδ γεγενημέναι, θεῖαι καὶ οὐράνιοι τυγχάνουσι, καὶ οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί· εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ Προφήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν τοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἑτοιμασθήσεται. ∆ιόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· Ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου. ∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα ∆αυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. ∆ιάψαλμα. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ 23.1073 γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς Ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό· Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οἷς ἐπισυνῆπτε τό· ∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ἵνα καθ' ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· Ἐπειδὴ σὺ αὐτὸς, ὦ Κύριε, ἐν ταῖς περὶ τοῦ ∆αυῒδ ἐπαγγελίαις εἶπας· Εἰς τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν ∆αυῒδ, ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται· καὶ προσέθηκας λέγων· ∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ἤτοι ἐπιλέκτῳ μου, καί· Ὤμοσα ∆αυῒδ τῷ δούλῳ μου, καὶ τὰ τούτοις ἀκόλουθα· πέπεισμαι, ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μένουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ' οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ' ἀθάνατοι καὶ αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι. ∆ιόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τῶν σῶν πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν. Ἀντὶ δὲ τοῦ· ∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, οἱ λοιποὶ πάντες ἑρμηνευταί· Τῷ ἐπιλέκτῳ μου, εἰρήκασι. Καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ