386
τοιαύτη ἔκδοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ ∆αυΐδ· αὐτῷ γὰρ, φησὶ, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. Οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε, καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ, καὶ πάλιν μετ' ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκείνοις γὰρ δίχα ὁρκωμοσίας· τῷ δ' ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ ∆αυῒδ διεθέμην μετὰ ὅρκου παραλήψεως· ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεὰν, ἀλλ' εἰς γενεὰν καὶ γενεάν. Περὶ δὲ τοῦ ὀμνύναι τὸν Θεὸν, ὁ ἱερὸς Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν·Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Κατ' ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ Θεῷ. Κατὰ τίνος δὲ ὁ ὅρκος ἑξῆς προϊὼν διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗτος ἦν ὁ ἅγιος τοῦ Θεοῦ, καθ' οὗ ὄμνυσιν ὡς κατὰ Υἱοῦ μονογενοῦς, εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. Τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς Εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπελαστικὴν, ἐβόων λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρῆνε; Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Κατὰ τούτου τοίνυν ὀμνὺς ὁ Θεὸς, οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, τῷ ∆αυῒδ τὴν ἐπαγγελίαν ἐποιεῖτο· Ὃ δὴ καὶ διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυῒδ ψεύσομαι. Ζητῶν δὲ παρ' ἐμαυτῷ τὴν αἰτίαν, δι' ἣν οὐδενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ ∆αυῒδ δι' ὅρκου 23.1076 πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ Θεὸς, δοκῶ μοι ταύτην εὑρηκέναι, καταλαβὼν καὶ αὐτὸν τὸν ∆αυῒδ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τοῦ Θεοῦ. Ὀμωμοκέναι δὲ αὐτὸν διδάσκει τὸ θεῖον Πνεῦμα ἐν ρλαʹ λέγον· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλαμένῳ τῷ ∆αυῒδ, καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι, τὴν ἴσην ἀμοιβὴν ἀντιδιδοὺς ὁ Θεὸς αὐτῷ, ἀντομνύει καὶ αὐτὸς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ' ἑνὸς διδοὺς, καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. ∆ιόπερ ἐν αὐτῷ τῷ ρλαʹ, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ ∆αυῒδ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου Πνεύματος μαρτυρία, ὧδέ πη λέγουσα· Ὤμοσε Κύριος τῷ ∆αυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Οὐκοῦν πρῶτος ὤμοσεν ὁ ∆αυῒδ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ Θεὸς, ἀντωμοσίαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ πρῶτος ὁ ∆αυῒδ, εὐσεβεῖ λογισμῷ κινηθεὶς, ἐπηγγείλατό τι τῷ Θεῷ· εἶτα πάλιν ὁ Θεὸς, ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐτὸς ἀντεπηγγείλατο ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως φωναῖς, δι' ὧν φησιν· Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Μέτρον καλὸν, σεσαλευμένον, πεπιεσμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Ὧ μέτρῳ τοίνυν καὶ ὁ ∆αυῒδ ἐμέτρησεν, ἐπ' ἀγαθῷ καὶ θεοσεβεῖ λογισμῷ πρέπουσαν ἐπαγγελίαν μεθ' ὅρκου ποιησάμενος, ἀντεμετρήθη αὐτῷ, καὶ δίδονται αὐτῷ ἀμοιβαὶ, αἱ ἐπαγγελίαι μεθ' ὁρκωμοσίας Θεοῦ. Τί δὲ βούλεται ἡ τοῦ ∆αυῒδ μεθ' ὅρκου ἐπαγγελία, θεωρῆσαι καιρός. Ὁρῶν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα, καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα, ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πονηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώποις τιμωμένην· Θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην· δηχθεὶς τὴν ψυχὴν