387
ἐπὶ τῷ πράγματι, καὶ ζῆλον ἀγαθὸν ζηλώσας, κατὰ τὸν εἰπόντα· Ζῆλον ἐζήλωσα τῷ Κυρίῳ, εὐχὴν ηὔξατο, καὶ ἐπαγγελίαν ἐπηγγείλατο, καὶ ταύτην ὅρκῳ κατεδήσατο ἦ μὴν τῷ παμβασιλεῖ Θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκοδομήσειν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς ∆ιαθήκης τὴν ὑπὸ Μωϋσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος Θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειν. Περιήγετο γοῦν ὧδε κἀκεῖσε μέχρι τῶν τοῦ ∆αυῒδ χρόνων τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ δὲ ἐν Σηλὼ, καὶ ἄλλοτε παρ' ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμὺς, ἔνθεν εἰς Καρειαθιρείμ· εἶτα εἰς οἶκον Ἀμιναδάβ· κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς Σιὼν τὴν πόλιν ὁ ∆αυῒδ μετεστήσατο. Ὃ δὴ συνιδὼν γινόμενον, διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰ 23.1077 κοδομῆσαι, ἐνταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ Θεοῦ. Καὶ περὶ τούτου ὤμοσε ∆αυῒδ τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ λέγων· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ταῦτα δὲ αὐτοῦ διανοηθέντος, τὴν μὲν προαίρεσιν τῆς εὐσεβείας ἀποδέχεται ὁ Θεός· οὐ μὴν ἐπιτρέπει τὸν οἶκον γενέσθαι· μὴ γὰρ δεῖσθαι Θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ' ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου· ἀλλ' εἰ ἄρα ἐχρῆν Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ, τοῦ ∆αυῒδ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ Θεῷ ἐπάξιον ἱερὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμπαντα διαρκέσειν αἰῶνα. Ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα γενησόμενον, καὶ τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης συστησομένην Ἐκκλησίαν. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ἡ τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· Καὶ ἐγένετο ὅτε ἐκάθισε ∆αυῒδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην· Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς· ἢ, ἐν μέσῳ δέῤῥεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει. Καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων· Πορεύου πρὸς τὸν δοῦλον μου ∆αυῒδ, καὶ εἰπέ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· Τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου ∆αυΐδ· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν καὶ κατασκηνώσει καθ' ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου. Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. Καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ 23.1080 τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν σου. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,