388
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων. Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην. Οὕτως ἐλάλησε Ναθὰν πρὸς τὸν ∆αυΐδ. Ταῦτα δὴ πάντα παρεθέμην, παραστῆσαι βουλόμενος, ὡς, πρώτου ἐπηγγειλαμένου τοῦ ∆αυῒδ οἶκον κατασκευάζειν τῇ κιβωτῷ τοῦ Θεοῦ, ἀποδεξάμενος αὐτὸν τῆς εὐσεβείας ὁ Θεὸς, ἀντεπαγγέλλεται τὸ σπέρμα αὐτοῦ ἀναστήσειν, καὶ διὰ τούτου κατασκευάζειν ἑαυτῷ οἶκον· καὶ ὡς τοῦ ∆αυῒδ πρώτου ὀμωμοκότος μὴ πρότερον ἄλλοτι ποιήσειν τοῦ τόπον εὑρεῖν τῷ Θεῷ, ἀμοιβαίως καὶ ὁ Θεὸς ἀντόμνυσι διὰ τῆς ἐπαγγελίας, ἀνθρωπινώτερον συγκαταβαίνων τῷ λόγῳ· ἐπειδὴ καὶ ἄλλα μυρία ἐν τῇ θείᾳ Γραφῇ ἀνθρωποπαθῶς περὶ τοῦ Θεοῦ λέλεκται κατά τινα νοουμένην θεωρίαν. Ὧν οὕτως ἀποδεδειγμένων, καιρὸς ἤδη καὶ τὴν ἐν τῷ ψαλμῷ λέξιν ἐπιθεωρῆσαι. Τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ Θεοῦ; ∆ύο ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ ∆αυῒδ ἕως τοῦ αἰῶνος φυλάξειν· δεύτερον δὲ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Εἶτ' ἐπειδήπερ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδὲ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα. ∆ι' ὃ ὥσπερ ἀνωτέρω ἔφησεν· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ἐπιφέρει τό· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Οὐ γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησὶ, δυνήσονται συνιέναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ Κύριε, αἱ ἐπαγγελίαι, οὐδ' ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν τυγχάνει λόγων· ἀλλ' οἱ οὐρανοὶ αὐτοὶ δηλαδὴ, καὶ αἱ κατ' οὐρανὸν θεῖαι δυνάμεις· διόπερ τοῖς οὐρανοῖς ἁρμόζει τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν. Ὥσπερ πάλιν τὴν ἀλήθειάν σου, τὴν ἐν ταῖς πρὸς τὸν ∆αυῒδ ἐπαγγελίαις δεδοξασμένην, οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ' ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων· οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Εἰ γάρ ποτε γένοιτο Ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων Ἐκκλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοὶ, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυμάσιά σου καὶ τὴν ἀλήθειάν σου, τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις, ἐξομολογήσονται. Εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς Ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτερον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη Ἐκκλησία ἁγίων εἶναι Ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐταῖς ἀποκείμενα διηγήσονται. Θαυμάσια δὲ τίνα ἦν 23.1081 ἀλλ' ἢ τὸ ἐκλεκτὸν τοῦ Θεοῦ χρηματίσαι τὸν ∆αυῒδ, καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον καθέξον, καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐτὸν τὸν Θεὸν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθήκην ἀντὶ διαθήκης εἰρηκότες. Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν Θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, κατὰ τὸν Σύμμαχον· Καὶ οἰκοδομήσω εἰς ἑκάστην γενεὰν τὸν θρόνον σου, κατὰ τὸν αὐτόν. Τὸ δὲ μεῖζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλόμενον τὸν Θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι· καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δοκεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ Θεοῦ λόγους, τἀναντία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. Ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέναι· δι' ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ Προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων· Ποῦ ἐστι τὰ ἐλέη