389
σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ἀλλ' ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς· Ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, ἐν δὲ τοῖς μετὰ χεῖρας· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· Τίς γὰρ ἐν αἰθέρι; Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου, φησὶ, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συνεῖναι δύνανται· δι' ὃ μέλλω λέγειν μικρὸν ὕστερον· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυΐδ; Ἀλλ' οὐρανοὶ διηγήσονται καὶ Ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὧν ὤμοσας τῷ ∆αυῒδ, διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύνατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι. Τίς γάρ σοι ἐξισωθήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας; Οὐδὲ γὰρ ἀντιστῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ μεθ' ὅρκου ἐπηγγελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ' ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Πάντ' οὖν ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν λόγων σου τῶν περὶ τοῦ ∆αυῒδ προῤῥηθέντων ἡ ἀλήθεια ἀμφὶ σὲ εἱλεῖται· ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνοεῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ. ∆οκεῖ δέ μοι διὰ τούτων ὁ Προφήτης, ἁγίῳ Πνεύματι θεοφορηθεὶς, καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φωτὶ νοερῷ καταυγασθεὶς, τὴν δόξαν ἑωρακέναι τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἐν μέσῳ τῆς Ἐκκλησίας τῶν ἁγίων ἑστῶτος, καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν βασιλείᾳ αὐτοῦ. Μνημονεύσας γοῦν τῶν οὐρανῶν, καὶ τῷ θείῳ Πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων Ἐκκλησίᾳ, ἔοικεν ἑωρακέναι μέσον τὸν Υἱὸν τοῦ Θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέφειν τοὺς ὀφθαλμοὺς ἐπὶ τῶν πέριξ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων 23.1084 χορόν· καὶ θαυμάζειν τὴν τούτων θειότητα· ὑπερεκπλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων, καὶ ὑπὲρ πάντας τὸν Μονογενῆ τοῦ Θεοῦ· εἶτ' ἐκ τοῦ θαύματος ἀναπεφωνηκέναι τό· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ κατὰ τὸν Σύμμαχον· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ταῦτα δὲ περὶ μὲν τοῦ Μονογενοῦς τοῦ Θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθεσις. Τὸ γὰρ υἱοῖς Θεοῦ παραβάλλειν τὸ πάντων αἴτιον, καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, πάντων ἂν γένοιτο ἀνοσιώτατον. Ἀκίνδυνος δ' ἂν εἴη ὁ λόγος υἱοῖς Θεοῦ συγκρίνων Υἱὸν Θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ καὶ ἀπαράθετον, καθ' ὑπερβολήν τε ὑπερέχον σημαίνειν διὰ τοῦ· Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἀντὶ τοῦ, οὐδείς. Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων, ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πνεύματά τε ἅγια, καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ' οὐρανὸν στρατιαῖς πολιτεύονται, τὴν ἐπουράνιον συμπληροῦντες Ἐκκλησίαν· ἀλλὰ τίς, φησὶν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ δὲ πολλοὶ υἱοὶ Θεοῦ καὶ θεοὶ κατὰ τό· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· Θεὸς θεῶν Κύριος ἐλάλησε, καί· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Μυρίων γὰρ ὄντων υἱῶν, οὐδεὶς, φησὶ, τούτῳ ὁμοιωθήσεται, οὐδὲ ἐξισωθήσεται, ἐκλεκτῷ ὅτι καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, Λόγῳ τε σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ Θεοῦ. Καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Ἓν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ ἤμελλεν ἑξῆς