390
ἐπιλέγειν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ· ἀναγκαίως δέ· ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρματος ∆αυῒδ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ· ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν ∆αυῒδ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων Υἱὸς τοῦ Θεοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ ὁμοίωσιν πρός τινα τῶν ὠνομασμένων υἱῶν Θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· Οὗτός ἐστιν ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων. Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν Ἐκκλησίαν ἁγίων· καὶ ἐῴκει τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βουλὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευτηρίοις. Ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζόμενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν, μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς Θεοῦ· καὶ οὐ μόνον ἐνδοξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τίνες δ' ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ ἀλλ' ἢ οἱ υἱοὶ 23.1085 τοῦ Θεοῦ, καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι' οὓς εἴρηται, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν; Καὶ γὰρ τὸ, Ἐν βουλῇ ἁγίων, καὶ τὸ, Ἐν ἐκκλησίᾳ πρωτοτόκων, καὶ τὸ, Ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυτὸν εἶναί μοι δοκεῖ. Τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός. Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον· Θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ, καὶ ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν· ὁ δὲ Ἀκύλας φησί· Ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀποῤῥήτῳ ἁγίων, πλῆθος, πλῆθος, καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ. Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολουθίαν παρίστησιν. Ἐπειδὴ γὰρ δυνατὸς εἶ, Κύριε, φησὶν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων, καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες, τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς θεότητος ἀναπέμπουσι. ∆ιὸ μικρῷ πρόσθεν ἔλεγον· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Καὶ ἐν τούτοις οὐδὲν ἀφίησι τῶν γενητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ Υἱῷ τοῦ Θεοῦ· αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν, καὶ τὸν τῶν δυνατῶν Θεὸν, καὶ αὐτῶν τῶν δυνάμεων Κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι, μηδὲ τῇ αὐτοῦ βουλῇ ἀνθίστασθαι· δι' ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον δυνατὸν, τὰ πάντα· τὸ γὰρ, Τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ' ἐπὶ τοῦ μηδενὸς παρείληπται. Οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυριολογουμένῳ, ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς Θεοῦ. Τῆς γὰρ αὐτῆς ἔχεται διανοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ νῦν δ' οὖν, Τίς ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου, αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι. Παρὰ σοὶ γάρ ἐστι, καὶ παρὰ τοῖς κυκλοῦσί σε, ἡ ἀλήθειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιεστῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκουσιν. Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς, ἔτι μακράν σου τυγχάνοντες, τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ θάλασσαν ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων