392
ἐπιτελέσειν. Ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄνθρωποι μὴ πληρουμένας αὐτὰς, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις· διό φαμεν, Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου, τὰς πρὸς τὸν ∆αυῒδ, ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου Πνεύματος μεμαθηκώς φημι· Τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀληθεύειν δέ σε Θεὸν ὄντα καὶ Κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ, διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων Κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι. Εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος, ὁ καλούμενος διάβολος ἀντικείμενος ἀεὶ, καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὲρ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας. Πάντοτε σὺ κρατεῖς, καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ ποιητὴς τῶν ὅλων τυγχάνεις. Αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σὸν, καὶ σὲ κύριον ἐπιγράφεται. Εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων, τῶν τε τὴν σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέλων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. Καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία, καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ, σή ἐστι καὶ αὕτη. Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς, κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ Θεὸς, τίς ἀντιστήσεταί σοι; Ἢ τί τὸ ἐμποδὼν ἔσται τοῦ μὴ πιστώσασθαι τὰς σὰς πρὸς τὸν ἐκλεκτόν σου ∆αυῒδ ἐπαγγελίας, ἃς μεθ' ὅρκου πρὸς αὐτὸν ἐποιήσω; Σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις διὰ τῶν προκειμένων ἐπήγαγε τὸ, Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Οὐ γὰρ μόνον τὸν οὐρανὸν, φησὶ, καὶ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας· συμφώνως τῇ ἐν 23.1092 ταῖς Παροιμίαις λεγούσῃ φωνῇ. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Κατ' ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν, ἀποδιαστείλας τῆς ἐρήμου καὶ τῆς οἰκητοῦ. Ἀλλὰ καὶ τὸ πλήρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος, τῶν τὴν οἰκουμένην πληρούντων. Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ Σωτῆρος Ἐκκλησίαν, ἣν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. ∆ιὸ καὶ ἐν ἑτέροις εἴρηται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει ἑξῆς, Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐτά· ἡ δὲ πέμπτη ἔκδοσις, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. ∆οκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν, ὃν ἐπλήρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις. Θέα δὲ τίνα τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμπαντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. Ἐν τῷ γὰρ φάναι, Τὸν βοῤῥᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν· εἴ γε δεξιὸν τὸ νότιον. Εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βοῤῥᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολὴν, κατὰ νώτου δὲ τὴν