393
δύσιν· ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα, τὴν θέσιν τοῦ παντὸς κόσμου παριστῶντα. Ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοιπέναι τὴν τῶν θείων Γραφῶν διδασκαλίαν. Τὰ πάντα γὰρ, φησὶ, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη, καὶ τὰ ἀριστερά. Ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προσεῖπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνόματι. ∆ιὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Εἰς βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας· καὶ κατὰ τὸν Ἀκύλαν, Βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας. Ἡ δὲ πέμπτη ἔκδοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Τὸ δ' ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι, διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιὸν, οὐδὲ τῷ καλῷ ἐναντίον. Πάντα μὲν οὖν, φησὶ, σὺ ἔκτισας. Ὄρη δὲ δύο, τὸ Θαβὼρ καὶ τὸ Ἑρμὼν ἐξαίρετόν τι κέκληται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. Κατὰ δὲ τὸν Ἀκύλαν, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέσουσι· κατὰ δὲ τὸν Σύμμαχον, Θαβὼρ καὶ τὸ Ἑρμὼν τὸ ὄνομά σου εὐφημήσουσι. Τούτων δὲ τῶν ὀρέων μέμνηται διαφόρως ἡ τῆς Παλαιᾶς ∆ιαθήκης ἱστορία· καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παραδόξους τοῦ Σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις, καὶ τὰς πλείους διατριβὰς, ὅτε σὺν ἀνθρώποις ἐπολιτεύετο. Εἰ δὲ καὶ τῶν ὀνομάτων ἡ ἑρμηνεία συμβάλλεταί τι ἡμῖν εἰς τὴν τῶν προκειμένων διάνοιαν, καὶ αὐτὸς ἐπιστήσεις. Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. ∆ικαιοσύνη 23.1093 καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου. Ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. Καὶ ταῦτα εἰς τὴν τοῦ Μονογενοῦς τοῦ Θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, τοῦτον ἀποδοὺς τὸν τρόπον· Σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. Καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρετὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ Θεοῦ πρὸς τὸν ∆αυῒδ ἐπαγγελίας. Οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα Θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι. Καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ, ὅτε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ Θεῷ κατεσκεύασται. Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖμα, τὸν σὸν κατακοσμοῦσι θρόνον. ∆ιόπερ τοσούτων οὐσῶν παρὰ σοὶ τῷ Θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκωλύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ ∆αυῒδ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. Ἀντὶ δὲ τοῦ, ∆ικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, ∆ικαιοσύνη καὶ κρῖμα τὸ ἕδρασμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖμα. Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλήθεια. Τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πραοτέρας ποιεῖται τὰς κατὰ τῶν ἡμαρτηκότων ἀπειλάς· ἄλλως γὰρ ἄκρατον αὐτοῦ τὴν δικαιοσύνην οὐκ ἄν τις ἀνθρώπων ὑπομείνειεν Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις ἡμῶν, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Νοήσεις τε καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην συμφωνίας. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς ἐν