394
ἁγίῳ Πνεύματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυνάμει Πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι διδάσκει λέγων· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Οὕτω δὲ μέγας τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων Γραφῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ Θεὸν κατορθώμασι. ∆ιὸ ἐνταῦθα λέλεκται· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἐν ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦτον ἀλαλαγμὸν διδάσκει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. 23.1096 ∆οκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον Πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ Σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. Ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον λογικὴν μόνος οὗτος ὁ λαὸς δι' ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ Θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ Θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν Καινὴν ∆ιαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀΰλοις καὶ πνευματικαῖς θυσίαις. Ἀντὶ δὲ τοῦ, Ὁ γινώσκων ἀλαλαγμὸν, Ὁ γινώσκωνσημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε. ∆ιὰ τί δὲ μακάριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλαλαγμὸν ἐπιστάμενος, ἀλλ' ἢ ἐπειδήπερ τὴν θεότητα τοῦ Σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμενος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· καὶ, Ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς; Καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός. Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φωτίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλλιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. Καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ Θεοῦ δικαιοσύνῃ ὑψοῦται, δίκαιον εἶναι κρίναντος τοῦ Θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν, καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ Σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν ὀνόματι αὐτοῦ ἀγαλλόμενον, καὶ τὸν ἐγκαυχώμενον, ἀλλ' οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν. Ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας. Μέλλων γοῦν τὴν γένεσιν διδάσκειν τοῦ ἐκ σπέρματος ∆αυῒδ προελευσομένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίων σεμνῶν προαγορεύειν, δι' ἣν καὶ ἀπορῶν ἐπιλέγει, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀναγκαίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς πρὸς τὸν ∆αυῒδ τοῦ Θεοῦ ἐπαγγελίας τὰς προειρημένας ἐποιήσατο διδασκαλίας. Ἐπεὶ δὲ ἐχρῆν προμαθεὶν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ Σωτῆρος εὐεργεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ ἐπαγγειλάμενος. ∆ιὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ' ἑκάστην ἡμέραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ Κύριος. Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδομημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰκότως καυχήσεται, ἀλλ' οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ' ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν Κυρίῳ. ∆ιὰ δὲ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γι 23.1097 νώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. Ποῖον δὲ κέρας