397
ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει. Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οαʹ ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς. Ἀνθ' οὗ τὸ Ἑβραϊκὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ' ἄν τις ἀποῤῥητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννή 23.1104 σεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῆς καταξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀποῤῥητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· Καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται. Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ' ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ' ὅτι κέρας ∆αυῒδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. ∆ιὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος ∆αυῒδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος ∆αυῒδ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι' ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ ∆αυῒδ ἐπιτέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγορεύσας. Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν ∆ιαθήκην αὐτοῦ πιστοποιήσειν