398
αὐτῷ· πάντως που τὴν Καινὴν ∆ιαθήκην, ἣν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευ 23.1105 θῶσι, καὶ τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. Ἐδείκνυτο δὲ κέρας οὐκ ἀλλότριον τοῦ ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα γενηθέντος Χριστοῦ. Τούτου δ' οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προκειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· Οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα δηλωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βραχείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμπαρεκτείνεσθαι ποιήσω. Καὶ ὁ Σύμμαχος δὲ οὕτως ἡρμήνευσεν εἰπών· Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ' ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ. Σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ' ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐτοῦ Ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεννηθέντας αὐτῷ λαούς; θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυμένος· ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων βασιλικῷ θρόνῳ, ὃς ἐπ' ὀλίγῳ διαρκέσας, ἀπεσβέσθη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ τοῦ ∆αυῒδ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. Οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς Ἐκκλησίας προέδρων, διαμενεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρανοῦ. Εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδόχους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ' ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ. Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ' αὐτῶν, ἀλλ', ἀπ' αὐτοῦ, δῆλον ὅτι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πληθυντικῶς εἰρημένων, κατὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν; Ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. Καὶ ἐπιλέγει ἑξῆς· Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, δῆλον ὅτι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, Καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγγελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι' αὐτῶν τῶν ἀποτελεσμάτων. 23.1108 Καὶ τὰ μὲν τῶν πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς ∆ιαθήκης αὐτοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ