399
εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. ∆ιό φησιν· Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ ∆αυῒδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ∆ιάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι' ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ ∆αυῒδ μεθ' ὅρκου ἐπαγγελίας. Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ ∆αυῒδ ψεύσομαι. Τί δὲ περιεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. ∆ευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει; ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ' αὐτοῦ παραβολὴν, δι' ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται. Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως ∆αυῒδ, τουτέστι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδο 23.1109 χήν· ἀλλὰ καὶ τοῦ Ἁγίου τοῦ Θεοῦ τοῦ μονογενοῦς αὐτοῦ Λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰουδαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ ∆αυῒδ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται αἱ προφητεῖαι. Μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη ∆αυΐδ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης, λέλυτο τοῦ ∆αυῒδ ὁ θρόνος. ∆ιὸ δὴ τὰ ἑξῆς τοῦ ψαλμοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς τοῦ ∆αυῒδ βασιλείας· ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιωπηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, τοῦ καιροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίων νομιζομένων