400
παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ Θεοῦ ἐπαγγελίας συμπλήρωσις. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ∆ιήρπαζον αὐτὸν πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτὸν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς γῆν κατέῤῥαξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· ∆ιάψαλμα. Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ ∆αυῒδ διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ, ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. Ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γένους ∆αυῒδ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐτοῦ κατεῤῥάγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευμένα πεπλήρωται· ἐφ' οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ Θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων. Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ Θεοῦ ἀψευδοῦς ὄντος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους· εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ ∆αυῒδ βασιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα. Τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε Πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· Ἐν οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις· Ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Ταῦτα γὰρ πάν 23.1112 τα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ Θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ' οὓς οἶδε λόγους. Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους εἶναι καὶ θείας τὰς τοῦ Θεοῦ ἐπαγγελίας. Καὶ παρέστηκε τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυῒδ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ θρόνος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου. ∆ιὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐρωτηθείς τε ὑπ' αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, Εἰς τοῦτο καὶ γεγέννημαι. Οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. Καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ Παρθένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ' οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ' ἐστὶν ἀτελεύτητος, οὐδ' εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι ∆αυῒδ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· Καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ Παρθένῳ ἐπηγγελμένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου. Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος ἐπηγγείλατο λέγων· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ. Ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοιοῦτος δ' ἦν ὁ τῷ ∆αυῒδ μεθ' ὁρκωμοσίας ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμένος. Ὃ δὴ παριστὰς ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ χρησμόν· πρότερον μὲν εἰπὼν, Καὶ δώσει αὐτῷ ὁ Θεὸς