401
τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ· εἶθ' ἑξῆς ἐπαγαγὼν, Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ταῦτα δὲ τοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος ∆αυῒδ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· καὶ τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει· ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ. Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώπων ψυχάς. Ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰσέτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ Θεὸς τῷ ∆αυΐδ. Ἀλλ' ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ ∆αυῒδ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ' οὐδ' ἐπ' αὐτὸν τὸν ἡμέτερον Σωτῆρα σωματικῶς τέλους ἐτύγχανεν, ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τούτου, μηδ' ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη ∆αυΐδ· τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν 23.1113 πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφητικὸν Πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ Θεοῦ λογίων· διό φησι· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε, ἀπεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς· δι' ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τὸν Χριστὸν ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ ∆αυῒδ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ Θεοῦ συμβεβηκότων. Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος τοῦ ∆αυῒδ προελευσόμενον. Εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα αὐτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν Θεὸν Πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν Πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώτατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν· καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην· ἀλλ' ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προλέγει, προφητεύει τε καὶ ταῦτα καὶ προδιδάσκει ἀναγκαίως τὸ θεῖον Πνεῦμα, ἵν' εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ περὶ τὴν τοῦ ∆αυῒδ διαδοχὴν, μὴ ταράττοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσεσθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι περὶ αὐτὸν προεφητεύσατο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. Κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτελειοῦντο. Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· Σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησὶν, Ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ἐχολώθης πρὸς τὸν Χριστόν σου. Τηνικαῦτα δὲ καὶ τὰ τῆς ∆ιαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐτὸν, καὶ τὸ ἁγίασμα αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας Παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ Θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυφοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. Ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, οἳ ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν. Τότε δὲ καὶ ἐγενήθη εἰς ὄνειδος τοῖς