402
γείτοσιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος ∆αυῒδ ἐπληροῦτο. Ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ' αὐτὸν τὸν ∆αυῒδ ἐφαρμόζειν, οὐδ' ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Οὐ γὰρ δὴ τοῦ ∆αυῒδ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ' ὡς ἡ σελήνη διαρκὴς γέγονε, οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ' ἔχει λό 23.1116 γον τὸν ∆αυῒδ ἐκεῖνον Πρωτότοκον χρηματίσαι τοῦ Θεοῦ· ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ' αὐτὸν γεγόνασιν. Ἀλλ' οὐδὲ φαίνεται ὁ ∆αυῒδ τὴν δεξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκταθεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀλλ' οὐδ' ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ' οὗτος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ' οὐδ' ὑπερβὰς χρόνον ἐτῶν μʹ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ' οὐδὲ ἀνεπίληπτον βίον διατελέσας. Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναικομανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ Θεός. Ἀλλ' οὐδ' ἐφ' ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς ∆αυῒδ βασιλευσάντων ἀναφέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρωπὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος ∆αυῒδ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα συνίσταται πεπληρωμένα· ἃ δὴ καὶ προείληφε τὸ θεῖον Πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσεσθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ ∆αυῒδ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρόνον καταλυθησόμενον θεωρεῖ. Μέχρι γοῦν τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρματος ∆αυῒδ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰουδαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων· ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συντείνει, μεθ' ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ ∆αυῒδ διαδοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ σπέρματος ∆αυῒδ γεγονὼς μνημονεύεται· ὡς καὶ κατὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου Πνεύματος λόγια, δι' ὧν εἴρηται· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, καὶ ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα. Εἶτ' ἐπειδήπερ τὰ μὲν τῶν τοῦ Θεοῦ πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι ∆αυῒδ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο πεπαυμένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦτα προθεωρῆσαν τὸ προφητικὸν Πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ Θεοῦ ἀληθείας, καὶ παρ' αὐτοῦ τοῦ Θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυΐδ; Ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχὴ λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ' ἀνθρωπίνην βασιλείαν· τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανάτου φθάσας, καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ 23.1117 δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα. Ὧν ἕνεκα εἰκότως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς, Μεθ' ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε,