403
ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; ∆ιάψαλμα. Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕωςπότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόῤῥητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ ∆αυῒδ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν ∆αυῒδ πεποιημένος Θεὸς ἀνεκηρύττετο. ∆ιὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ' αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. ∆ιδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ ∆αυῒδ ἐπηγγελμένα. Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ' εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι' ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν ∆αυῒδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνήσθητι τίς μου ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ' οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν ∆αυῒδ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυ 23.1120 θῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς ∆αυῒδ ἐπαγγελίας. Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συνενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ ∆αυῒδ καθαίρεσιν.