404
∆έομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; Εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν ∆αυῒδ ἐπαγγελιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται. Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ' οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ' οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. Εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι' ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα ∆αυῒδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων. 23.1121 Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ ∆αυῒδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι' ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν