406
λιμένος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέονται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ Κύριον· ἵν', εἴτε ἐν καιροῖς διωγμῶν ὑπ' ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πει 23.1125 ρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι· Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην. Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ' ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γενηθῆναι, ἢ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ' ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι. Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας; Εἰ δ' οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. ∆ιὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· ἀλλ' ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ ∆ημιουργοῦ βούλησις. Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ' ὃν ὠδίνουσαι τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ' ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω. Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· εἶθ' ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν 23.1128 εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα. Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐοίκει· πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συνελαμβάνετο· ὡς ὕστερον δὲ καὶ