407
ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ πρὸ τοῦ ταῦθ' οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ' αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. ∆ιὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ' Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι' ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ' ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ 23.1129 Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ' αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ' ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ' ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Ἀλλ' ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν. Ἀλλ' οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. Τί γὰρ καί φησι· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωΐ φησιν ἐκλελοιπέναι, ἀλλὰ Τὸ μὲν πρωῒ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωῒ