408
ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωῒ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ' Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωῒ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωῒ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ' αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος. ∆ιὸ καὶ τὸ πρωῒ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατάστασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ' ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωΐαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ' αὐτοὺς πράγματα. Οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀποπέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ 23.1132 παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, ∆ύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν· Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν. Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόῤῥητα παρ' ἑαυτοῖς κατέχειν· παρ' οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν' οὖν σώζοιτο, καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν. Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πηʹ ψαλμὸν καὶ τὰ δι' αὐτοῦ περὶ τοῦ σπέρματος ∆αυῒδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι· μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν