409
ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος ∆αυῒδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις. Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ' ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν, καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ 23.1133 καταφυγὴν ἔσχομεν. Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάῤῥου δίκην παρεδράμομεν. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν. Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ' οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. ∆ιόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, διδάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ' ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβʹ· μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύτερον ἔτος ∆αρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος
ἔτη συνάγεται φμηʹ· ὥστε εἶναι τὰ πάντα Ϡπʹ. ∆ιέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μʹ· μεθ' ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας. Ταῦτ' οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. ∆ιελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι