410
τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς 23.1136 τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμασται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγελίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. ∆ηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ' οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. ∆οκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ' ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται. Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φησὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ' ἡμᾶς καὶ ἐν πρωΐᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς, παρῆλθεν ἡ χλόη. Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. ∆ύναται δὲ καὶ καθ' ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης· εἶθ' ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν. Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῆ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ' οὗ σαφέστε 23.1137 ρον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς οʹ ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι' ἧς φησιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, καθ' ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ' αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας. Πάλαι μὲν οὖν ὕφαινον