411
χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. ∆ιό φησιν· Ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι' ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες. Ὅτε ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος. Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου ζωῆς εἰς οʹ καὶ πʹ ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ' ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; ∆ιό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; Ἀλλὰ σύ γε ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι. ∆εξιὰν δὲ Θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παιδεύονται τοίνυν οἱ δηλούμενα μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι' αὐτῆς· ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ, 23.1140 τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· παρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρανώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον. ∆ιδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ