412
ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους. Ὡς γὰρ πάλαι γέγονε πρωΐα τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμένων ἀγαθῶν. ʹ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγραφος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. Ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως 23.1141 προσευχῆς ἐθέσπιζεν· ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ Κύριον τελειουμένου περιέχει· ἀλλὰ καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ. Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος; Ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ' ἐκεῖνον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποιθὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσάλευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφήσεται, ἀλλ' ἐφ' ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ' αὐτόν. Ἀντὶ δὲ τοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ὁ μὲν Σύμμαχος, Ὁ κατοικῶν ὑπὸ σκέπην τοῦ Ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου, ἐκδεδώκασι· σημαίνοντος τοῦ λόγου τοῦ κατὰ Θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ Ὕψιστος. Πάλιν δὲ ἀντὶ τοῦ, Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, Ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, Ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον Πνεῦμα διελάλησε· τὰ δ' ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέχρητο ὁ προὼν τοῦ Θεοῦ Λόγος· καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ Ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ Θεοῦ Λόγου, ἐπισκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλήπτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πληροῦσαν αὐτὸν τοῦ Θεοῦ Λόγου δύναμιν. Ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρημάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προσηγόρευται ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου λέγοντος· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγόμενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ' ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ Σωτῆρος ἡμῶν, καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. Ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ Θεοῦ ὑπάρξει τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου καὶ αὐλιζομένῳ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ, λέγοντί τε τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Τίνα δέ