414
ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν· ἢ τὴν τελείαν Ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν Ἐκκλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περιφράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. ∆ιὸ τῇ τοιαύτῃ Ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Εἶτ' ἐρεῖ μὲν αὐτὸς τῷ Κυρίῳ, οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθήσεται ὑπὸ τοῦ θείου Πνεύματος, ὡς ἄρα εἴη καλὴν εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ Κύριον. Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος. Εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον· ὅτι αὐτὸς Κύριος ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ Κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει. Ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι· Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγή 23.1148 σεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Αὕτη γὰρ ἡ ἀλήθεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ' ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν. ∆ηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς καιροὺς, καθ' οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ καταστάσει, καθ' οὓς πόῤῥωθεν βέλη πετόμενα καθ' ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ ἀσεβεῖς ἑαυτῶν λόγους. Κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόῤῥωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ' ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανάτου φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. Ἀλλ' ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Οὔτ' οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσονταί τι καθ' ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν Κύριον. ∆ιὸ λέλεκται· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ' οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. Εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀοράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν,