415
ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πάσας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. ∆ιὸ λέλεκται· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρειλήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ Θεοῦ πολεμηθέντων. Πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα τὸν οἷόν τε λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Οὗτος δ' ἂν εἴη ὁ Χριστοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων Θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀληθείας, καὶ τὰ βραβεῖα τῆς ἐν Θεῷ νίκης κατὰ τῶν ἀντιπάλων αἰρόμενος. Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. Εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ, Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει· 23.1149 πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. Μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ Κύριε, ἐφ' ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ, ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου·ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωϋσῆς τῷ αὐτῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. ∆ιὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον. Αὐτὸς δ' οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. ∆ιὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· Σὺ γὰρ, Θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον