416
πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν νʹ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος. Οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ 23.1152 τὸν Σύμμαχον, Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων Θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, Οὐ μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. Ἐπὶ ταρσῶν ἀροῦσι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, Σὺ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. Ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λίθῳ ποδί σου; Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων Θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον; Τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; ἢ πῶς τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ χειρῶν βαστάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ; Ἀλλ' ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων Θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα. Εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐνταῦθα Κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνομασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ ὁ Ἀπόστολος, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι' οὗ τὰ πάντα· καὶ πάλιν, Εἷς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. Εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ ∆αυῒδ ὠνομάσθησαν κατὰ τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωϋσῆς λέγων, Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης· ὥσπερ οὖν καὶ ἐν οἷς ἔφασκε τὸ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν Ὕψιστον καὶ Κύριον εἰδὼς φαίνεται· Ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληροδοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, Κύριον δὲ τὸν μετὰ τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα. Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις Κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μʹ ἡμέρας καὶ μʹ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκότως ταῦτα πάντα τὸ Πνεῦμα τὸ ἅγιον προλαβὸν θεσπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους 23.1153 ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων