417
ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ' οὕτως ἅπασιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. ∆ιὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος ∆αυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων. Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ' ὅλαις ἡμέραις μʹ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι' ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ' αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ' αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα. Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι' ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα· μεθ' ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. ∆ιὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ' ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ 23.1156 μὲν πρῶτα δι' ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ' αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ' αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι' ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ' ἰσχυκέναι· ἀλλ' ἐν τῷ πλησιάζειν