418
αὐτῷ καταπίπτειν χαμαί. ∆ιὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ· Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ' αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ' αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ Θεοῦ. ∆ιὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. ∆ιὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο. Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώ 23.1157 πων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ' αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι' ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ' ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες. Οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. ∆ιὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ· ἀλλ' οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς