419
ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ' ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπαντα 23.1160 χοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Καθ' ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα. Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος ∆αυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐῤῥύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. ∆ιὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσέταττε. Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. ∆ιηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου. 23.1161 Καὶ ταῦτα μὲν κατ' αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ