420
μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά! Τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες. Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ' ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρίνατο· Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ καταβάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ. πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν ἀγγέλων, ἢ μὴ, πειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πειράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολμᾷν. Ἀλλ' οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς συνεργούσης αὐτῷ. ∆ιὸ καὶ τῷ διαβόλῳ προστακτικῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ, μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ' ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυτὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν (ὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι' ἀέρος καθόδου), οὐκ ἀγγελικῆς ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβολος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμέ 23.1164 νον οὐ προσέθηκε· τοῦτο δὴ τὸ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ' αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παριστῶντα. Οὐ γὰρ ἐβούλετο τὸν καθ' ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι. Εἰ δὲ μὴ τὴν ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐκ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα, ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ' ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν. Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ,